Helpful Saints Corpus Reader
Tischendorf Greek New Testament — 8th Edition
Tischendorf Greek NT — eBible public-domain digital edition v2.7
Unverified edition · LUK-1
This reading is in grc. An English translation is not in this library yet.
Reading language: grc · Original language (catalog): Ancient Greek
Reading display
Display preferences stay on this browser when storage is available.
Resume in the Library keeps only your last public work, edition and passage on this browser.
Saved Places
Saved only on this browser. Places do not synchronize between devices. Only work, edition and passage identifiers are kept; passage text is not stored.
Remove all Saved Places from this browser? Resume reading and display preferences will stay.
LUK-1 · All reading sections
Choose an edition
LUK 1:1
LUK 1:1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,
Study this passage
LUK 1:2
LUK 1:2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
Study this passage
LUK 1:3
LUK 1:3 ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
Study this passage
LUK 1:4
LUK 1:4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
Study this passage
LUK 1:5
LUK 1:5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.
Study this passage
LUK 1:6
LUK 1:6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.
Study this passage
LUK 1:7
LUK 1:7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ Ἐλισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
Study this passage
LUK 1:8
LUK 1:8 ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ,
Study this passage
LUK 1:9
LUK 1:9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου,
Study this passage
LUK 1:10
LUK 1:10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
Study this passage
LUK 1:11
LUK 1:11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
Study this passage
LUK 1:12
LUK 1:12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν.
Study this passage
LUK 1:13
LUK 1:13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην·
Study this passage
LUK 1:14
LUK 1:14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται.
Study this passage
LUK 1:15
LUK 1:15 ἔσται γὰρ μέγας ἐνώπιον κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
Study this passage
LUK 1:16
LUK 1:16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν·
Study this passage
LUK 1:17
LUK 1:17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἡλεία, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.
Study this passage
LUK 1:18
LUK 1:18 καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
Study this passage
LUK 1:19
LUK 1:19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα·
Study this passage
LUK 1:20
LUK 1:20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
Study this passage
LUK 1:21
LUK 1:21 καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ.
Study this passage
LUK 1:22
LUK 1:22 ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός.
Study this passage
LUK 1:23
LUK 1:23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
Study this passage
LUK 1:24
LUK 1:24 μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα
Study this passage
LUK 1:25
LUK 1:25 ὅτι οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.
Study this passage
LUK 1:26
LUK 1:26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ
Study this passage
LUK 1:27
LUK 1:27 πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυείδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
Study this passage
LUK 1:28
LUK 1:28 καὶ εἰσελθὼν πρὸς αὐτὴν ὁ ἄγγελος εἶπεν· χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.
Study this passage
LUK 1:29
LUK 1:29 ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
Study this passage
LUK 1:30
LUK 1:30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ·
Study this passage
LUK 1:31
LUK 1:31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
Study this passage
LUK 1:32
LUK 1:32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ,
Study this passage
LUK 1:33
LUK 1:33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Study this passage
LUK 1:34
LUK 1:34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
Study this passage
LUK 1:35
LUK 1:35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ.
Study this passage
LUK 1:36
LUK 1:36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
Study this passage
LUK 1:37
LUK 1:37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα.
Study this passage
LUK 1:38
LUK 1:38 εἶπεν δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος.
Study this passage
LUK 1:39
LUK 1:39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα,
Study this passage
LUK 1:40
LUK 1:40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
Study this passage
LUK 1:41
LUK 1:41 καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ,
Study this passage
LUK 1:42
LUK 1:42 καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
Study this passage
LUK 1:43
LUK 1:43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ;
Study this passage
LUK 1:44
LUK 1:44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.
Study this passage
LUK 1:45
LUK 1:45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.
Study this passage
LUK 1:46
LUK 1:46 Καὶ εἶπεν Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν κύριον,
Study this passage
LUK 1:47
LUK 1:47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου,
Study this passage
LUK 1:48
LUK 1:48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί,
Study this passage
LUK 1:49
LUK 1:49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός. καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
Study this passage
LUK 1:50
LUK 1:50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν.
Study this passage
LUK 1:51
LUK 1:51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
Study this passage
LUK 1:52
LUK 1:52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς,
Study this passage
LUK 1:53
LUK 1:53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Study this passage
LUK 1:54
LUK 1:54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους,
Study this passage
LUK 1:55
LUK 1:55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
Study this passage
LUK 1:56
LUK 1:56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Study this passage
LUK 1:57
LUK 1:57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
Study this passage
LUK 1:58
LUK 1:58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
Study this passage
LUK 1:59
LUK 1:59 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
Study this passage
LUK 1:60
LUK 1:60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.
Study this passage
LUK 1:61
LUK 1:61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.
Study this passage
LUK 1:62
LUK 1:62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.
Study this passage
LUK 1:63
LUK 1:63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.
Study this passage
LUK 1:64
LUK 1:64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.
Study this passage
LUK 1:65
LUK 1:65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
Study this passage
LUK 1:66
LUK 1:66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ κυρίου ἦν μετ’ αὐτοῦ.
Study this passage
LUK 1:67
LUK 1:67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων·
Study this passage
LUK 1:68
LUK 1:68 εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
Study this passage
LUK 1:69
LUK 1:69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυεὶδ παιδὸς αὐτοῦ,
Study this passage
LUK 1:70
LUK 1:70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ,
Study this passage
LUK 1:71
LUK 1:71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς·
Study this passage
LUK 1:72
LUK 1:72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
Study this passage
LUK 1:73
LUK 1:73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
Study this passage
LUK 1:74
LUK 1:74 ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ
Study this passage
LUK 1:75
LUK 1:75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας ἡμῶν.
Study this passage
LUK 1:76
LUK 1:76 καὶ σὺ δέ παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
Study this passage
LUK 1:77
LUK 1:77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν
Study this passage
LUK 1:78
LUK 1:78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
Study this passage
LUK 1:79
LUK 1:79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
Study this passage
LUK 1:80
LUK 1:80 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
Study this passage
Compare this section in another edition
Read the editions separately. Matching section labels do not establish word or phrase alignment.
Only publicly readable editions are offered. An original-language parallel requires an admitted source edition; a retained private witness is not displayed here.
About this edition
Recorded completeness: All 27 NT books / 7939 verse rows supplied by the exact VPL archive; historical-critical alignment not independently verified.. Available reading sections are listed below.
Available body coverage · grc
260 chapter/reading unit(s) · 7939 nonempty passage record(s).
Supported chapters & passages
- MAT-1 · 25 passage record(s)
- MAT-2 · 23 passage record(s)
- MAT-3 · 17 passage record(s)
- MAT-4 · 25 passage record(s)
- MAT-5 · 48 passage record(s)
- MAT-6 · 34 passage record(s)
- MAT-7 · 29 passage record(s)
- MAT-8 · 34 passage record(s)
- MAT-9 · 38 passage record(s)
- MAT-10 · 42 passage record(s)
- MAT-11 · 30 passage record(s)
- MAT-12 · 50 passage record(s)
- MAT-13 · 58 passage record(s)
- MAT-14 · 36 passage record(s)
- MAT-15 · 39 passage record(s)
- MAT-16 · 28 passage record(s)
- MAT-17 · 26 passage record(s)
- MAT-18 · 34 passage record(s)
- MAT-19 · 30 passage record(s)
- MAT-20 · 34 passage record(s)
- MAT-21 · 45 passage record(s)
- MAT-22 · 46 passage record(s)
- MAT-23 · 38 passage record(s)
- MAT-24 · 51 passage record(s)
- MAT-25 · 46 passage record(s)
- MAT-26 · 75 passage record(s)
- MAT-27 · 66 passage record(s)
- MAT-28 · 20 passage record(s)
- MAR-1 · 45 passage record(s)
- MAR-2 · 28 passage record(s)
- MAR-3 · 35 passage record(s)
- MAR-4 · 41 passage record(s)
- MAR-5 · 43 passage record(s)
- MAR-6 · 56 passage record(s)
- MAR-7 · 36 passage record(s)
- MAR-8 · 38 passage record(s)
- MAR-9 · 48 passage record(s)
- MAR-10 · 52 passage record(s)
- MAR-11 · 32 passage record(s)
- MAR-12 · 44 passage record(s)
- MAR-13 · 37 passage record(s)
- MAR-14 · 72 passage record(s)
- MAR-15 · 46 passage record(s)
- MAR-16 · 20 passage record(s)
- LUK-1 · 80 passage record(s)
- LUK-2 · 52 passage record(s)
- LUK-3 · 38 passage record(s)
- LUK-4 · 44 passage record(s)
- LUK-5 · 39 passage record(s)
- LUK-6 · 49 passage record(s)
- LUK-7 · 50 passage record(s)
- LUK-8 · 56 passage record(s)
- LUK-9 · 62 passage record(s)
- LUK-10 · 42 passage record(s)
- LUK-11 · 54 passage record(s)
- LUK-12 · 59 passage record(s)
- LUK-13 · 35 passage record(s)
- LUK-14 · 35 passage record(s)
- LUK-15 · 32 passage record(s)
- LUK-16 · 31 passage record(s)
- LUK-17 · 36 passage record(s)
- LUK-18 · 43 passage record(s)
- LUK-19 · 48 passage record(s)
- LUK-20 · 47 passage record(s)
- LUK-21 · 38 passage record(s)
- LUK-22 · 71 passage record(s)
- LUK-23 · 55 passage record(s)
- LUK-24 · 51 passage record(s)
- JOH-1 · 52 passage record(s)
- JOH-2 · 25 passage record(s)
- JOH-3 · 36 passage record(s)
- JOH-4 · 54 passage record(s)
- JOH-5 · 46 passage record(s)
- JOH-6 · 71 passage record(s)
- JOH-7 · 53 passage record(s)
- JOH-8 · 59 passage record(s)
- JOH-9 · 41 passage record(s)
- JOH-10 · 42 passage record(s)
- JOH-11 · 57 passage record(s)
- JOH-12 · 50 passage record(s)
- JOH-13 · 38 passage record(s)
- JOH-14 · 31 passage record(s)
- JOH-15 · 27 passage record(s)
- JOH-16 · 33 passage record(s)
- JOH-17 · 26 passage record(s)
- JOH-18 · 40 passage record(s)
- JOH-19 · 42 passage record(s)
- JOH-20 · 31 passage record(s)
- JOH-21 · 24 passage record(s)
- ACT-1 · 26 passage record(s)
- ACT-2 · 47 passage record(s)
- ACT-3 · 26 passage record(s)
- ACT-4 · 37 passage record(s)
- ACT-5 · 42 passage record(s)
- ACT-6 · 15 passage record(s)
- ACT-7 · 60 passage record(s)
- ACT-8 · 39 passage record(s)
- ACT-9 · 43 passage record(s)
- ACT-10 · 48 passage record(s)
- ACT-11 · 30 passage record(s)
- ACT-12 · 25 passage record(s)
- ACT-13 · 52 passage record(s)
- ACT-14 · 28 passage record(s)
- ACT-15 · 40 passage record(s)
- ACT-16 · 40 passage record(s)
- ACT-17 · 34 passage record(s)
- ACT-18 · 28 passage record(s)
- ACT-19 · 41 passage record(s)
- ACT-20 · 38 passage record(s)
- ACT-21 · 40 passage record(s)
- ACT-22 · 30 passage record(s)
- ACT-23 · 35 passage record(s)
- ACT-24 · 26 passage record(s)
- ACT-25 · 27 passage record(s)
- ACT-26 · 32 passage record(s)
- ACT-27 · 44 passage record(s)
- ACT-28 · 30 passage record(s)
- ROM-1 · 32 passage record(s)
- ROM-2 · 29 passage record(s)
- ROM-3 · 31 passage record(s)
- ROM-4 · 25 passage record(s)
- ROM-5 · 21 passage record(s)
- ROM-6 · 23 passage record(s)
- ROM-7 · 25 passage record(s)
- ROM-8 · 39 passage record(s)
- ROM-9 · 33 passage record(s)
- ROM-10 · 21 passage record(s)
- ROM-11 · 36 passage record(s)
- ROM-12 · 21 passage record(s)
- ROM-13 · 14 passage record(s)
- ROM-14 · 23 passage record(s)
- ROM-15 · 33 passage record(s)
- ROM-16 · 26 passage record(s)
- 1CO-1 · 31 passage record(s)
- 1CO-2 · 16 passage record(s)
- 1CO-3 · 23 passage record(s)
- 1CO-4 · 21 passage record(s)
- 1CO-5 · 13 passage record(s)
- 1CO-6 · 20 passage record(s)
- 1CO-7 · 40 passage record(s)
- 1CO-8 · 13 passage record(s)
- 1CO-9 · 27 passage record(s)
- 1CO-10 · 33 passage record(s)
- 1CO-11 · 34 passage record(s)
- 1CO-12 · 31 passage record(s)
- 1CO-13 · 13 passage record(s)
- 1CO-14 · 40 passage record(s)
- 1CO-15 · 58 passage record(s)
- 1CO-16 · 24 passage record(s)
- 2CO-1 · 24 passage record(s)
- 2CO-2 · 17 passage record(s)
- 2CO-3 · 18 passage record(s)
- 2CO-4 · 18 passage record(s)
- 2CO-5 · 21 passage record(s)
- 2CO-6 · 18 passage record(s)
- 2CO-7 · 16 passage record(s)
- 2CO-8 · 24 passage record(s)
- 2CO-9 · 15 passage record(s)
- 2CO-10 · 18 passage record(s)
- 2CO-11 · 33 passage record(s)
- 2CO-12 · 21 passage record(s)
- 2CO-13 · 13 passage record(s)
- GAL-1 · 24 passage record(s)
- GAL-2 · 21 passage record(s)
- GAL-3 · 29 passage record(s)
- GAL-4 · 31 passage record(s)
- GAL-5 · 26 passage record(s)
- GAL-6 · 18 passage record(s)
- EPH-1 · 23 passage record(s)
- EPH-2 · 22 passage record(s)
- EPH-3 · 21 passage record(s)
- EPH-4 · 32 passage record(s)
- EPH-5 · 33 passage record(s)
- EPH-6 · 24 passage record(s)
- PHI-1 · 30 passage record(s)
- PHI-2 · 30 passage record(s)
- PHI-3 · 21 passage record(s)
- PHI-4 · 23 passage record(s)
- COL-1 · 29 passage record(s)
- COL-2 · 23 passage record(s)
- COL-3 · 25 passage record(s)
- COL-4 · 18 passage record(s)
- 1TH-1 · 10 passage record(s)
- 1TH-2 · 20 passage record(s)
- 1TH-3 · 13 passage record(s)
- 1TH-4 · 18 passage record(s)
- 1TH-5 · 28 passage record(s)
- 2TH-1 · 12 passage record(s)
- 2TH-2 · 17 passage record(s)
- 2TH-3 · 18 passage record(s)
- 1TI-1 · 20 passage record(s)
- 1TI-2 · 15 passage record(s)
- 1TI-3 · 16 passage record(s)
- 1TI-4 · 16 passage record(s)
- 1TI-5 · 25 passage record(s)
- 1TI-6 · 21 passage record(s)
- 2TI-1 · 18 passage record(s)
- 2TI-2 · 26 passage record(s)
- 2TI-3 · 17 passage record(s)
- 2TI-4 · 22 passage record(s)
- TIT-1 · 16 passage record(s)
- TIT-2 · 15 passage record(s)
- TIT-3 · 15 passage record(s)
- PHM-1 · 25 passage record(s)
- HEB-1 · 14 passage record(s)
- HEB-2 · 18 passage record(s)
- HEB-3 · 19 passage record(s)
- HEB-4 · 16 passage record(s)
- HEB-5 · 14 passage record(s)
- HEB-6 · 20 passage record(s)
- HEB-7 · 28 passage record(s)
- HEB-8 · 13 passage record(s)
- HEB-9 · 28 passage record(s)
- HEB-10 · 39 passage record(s)
- HEB-11 · 40 passage record(s)
- HEB-12 · 29 passage record(s)
- HEB-13 · 25 passage record(s)
- JAM-1 · 27 passage record(s)
- JAM-2 · 26 passage record(s)
- JAM-3 · 18 passage record(s)
- JAM-4 · 17 passage record(s)
- JAM-5 · 20 passage record(s)
- 1PE-1 · 25 passage record(s)
- 1PE-2 · 25 passage record(s)
- 1PE-3 · 22 passage record(s)
- 1PE-4 · 19 passage record(s)
- 1PE-5 · 14 passage record(s)
- 2PE-1 · 21 passage record(s)
- 2PE-2 · 22 passage record(s)
- 2PE-3 · 18 passage record(s)
- 1JO-1 · 10 passage record(s)
- 1JO-2 · 29 passage record(s)
- 1JO-3 · 24 passage record(s)
- 1JO-4 · 21 passage record(s)
- 1JO-5 · 21 passage record(s)
- 2JO-1 · 13 passage record(s)
- 3JO-1 · 15 passage record(s)
- JUD-1 · 25 passage record(s)
- REV-1 · 20 passage record(s)
- REV-2 · 29 passage record(s)
- REV-3 · 22 passage record(s)
- REV-4 · 11 passage record(s)
- REV-5 · 14 passage record(s)
- REV-6 · 17 passage record(s)
- REV-7 · 17 passage record(s)
- REV-8 · 13 passage record(s)
- REV-9 · 21 passage record(s)
- REV-10 · 11 passage record(s)
- REV-11 · 19 passage record(s)
- REV-12 · 18 passage record(s)
- REV-13 · 18 passage record(s)
- REV-14 · 20 passage record(s)
- REV-15 · 8 passage record(s)
- REV-16 · 21 passage record(s)
- REV-17 · 18 passage record(s)
- REV-18 · 24 passage record(s)
- REV-19 · 21 passage record(s)
- REV-20 · 15 passage record(s)
- REV-21 · 27 passage record(s)
- REV-22 · 21 passage record(s)
Body coverage is separate from textual verification. Counts do not establish complete chapters or textual completeness.
Evidence Intelligence
Know what kind of evidence you are looking at.
Helpful Saints keeps direct biblical text, language evidence, ancient witnesses, historical context, research models, and open questions visibly distinct.Direct Biblical Text
The explicit wording and literary context of canonical Scripture.
Original-Language Evidence
Hebrew, Aramaic, Greek, morphology, lemmas, semantic range, and textual comparison.
Ancient Witness
Septuagint, Dead Sea Scrolls, ancient Jewish literature, and early Christian writings—clearly classified.
Historical Context
Geography, material culture, chronology ranges, institutions, customs, and reception history.
Research Model
A configured chronology, theological synthesis, typological pattern, or proposed relationship.
Open Question
Evidence is incomplete, debated, or insufficient for a settled conclusion.