Helpful Saints Corpus Reader
Tischendorf Greek New Testament — 8th Edition
Tischendorf eBible grc-tisch v2.7 — registration source projection
Unverified edition · ACT-7
This reading is in grc. An English translation is not in this library yet.
Reading language: grc · Original language (catalog): Ancient Greek
Reading display
Display preferences stay on this browser when storage is available.
Resume in the Library keeps only your last public work, edition and passage on this browser.
Saved Places
Saved only on this browser. Places do not synchronize between devices. Only work, edition and passage identifiers are kept; passage text is not stored.
Remove all Saved Places from this browser? Resume reading and display preferences will stay.
ACT-7 · All reading sections
Choose an edition
ACT 7:1
ACT 7:1 Εἶπεν δὲ ὁ ἀρχιερεύς· εἶ ταῦτα οὕτως ἔχει;
Study this passage
ACT 7:2
ACT 7:2 ὁ δὲ ἔφη, ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
Study this passage
ACT 7:3
ACT 7:3 καὶ εἶπεν πρὸς αὐτόν, ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω.
Study this passage
ACT 7:4
ACT 7:4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε,
Study this passage
ACT 7:5
ACT 7:5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
Study this passage
ACT 7:6
ACT 7:6 ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
Study this passage
ACT 7:7
ACT 7:7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσουσιν κρινῶ ἐγώ, ὁ θεὸς εἶπεν, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.
Study this passage
ACT 7:8
ACT 7:8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
Study this passage
ACT 7:9
ACT 7:9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετ’ αὐτοῦ,
Study this passage
ACT 7:10
ACT 7:10 καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἔναντι Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ’ Αἴγυπτον καὶ ἐφ’ ὅλον τὸν οἶκον αὐτοῦ.
Study this passage
ACT 7:11
ACT 7:11 ἦλθεν δὲ λιμὸς ἐφ’ ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.
Study this passage
ACT 7:12
ACT 7:12 ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτία εἰς Αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον·
Study this passage
ACT 7:13
ACT 7:13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος αὐτοῦ.
Study this passage
ACT 7:14
ACT 7:14 ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε,
Study this passage
ACT 7:15
ACT 7:15 καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
Study this passage
ACT 7:16
ACT 7:16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ἐν Συχέμ.
Study this passage
ACT 7:17
ACT 7:17 καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
Study this passage
ACT 7:18
ACT 7:18 ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
Study this passage
ACT 7:19
ACT 7:19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι.
Study this passage
ACT 7:20
ACT 7:20 ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός·
Study this passage
ACT 7:21
ACT 7:21 ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
Study this passage
ACT 7:22
ACT 7:22 καὶ ἐπαιδεύθη Μωϋσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.
Study this passage
ACT 7:23
ACT 7:23 ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
Study this passage
ACT 7:24
ACT 7:24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
Study this passage
ACT 7:25
ACT 7:25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν.
Study this passage
ACT 7:26
ACT 7:26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών, ἄνδρες, ἀδελφοί ἐστε· ἱνατί ἀδικεῖτε ἀλλήλους;
Study this passage
ACT 7:27
ACT 7:27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν;
Study this passage
ACT 7:28
ACT 7:28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον;
Study this passage
ACT 7:29
ACT 7:29 ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
Study this passage
ACT 7:30
ACT 7:30 Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος ἐν φλογὶ πυρὸς βάτου.
Study this passage
ACT 7:31
ACT 7:31 ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζεν τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ κυρίου,
Study this passage
ACT 7:32
ACT 7:32 ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
Study this passage
ACT 7:33
ACT 7:33 εἶπεν δὲ αὐτῷ ὁ κύριος, λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφ’ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
Study this passage
ACT 7:34
ACT 7:34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστείλω σε εἰς Αἴγυπτον.
Study this passage
ACT 7:35
ACT 7:35 Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ θεὸς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
Study this passage
ACT 7:36
ACT 7:36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα.
Study this passage
ACT 7:37
ACT 7:37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ, προφήτην ὑμῖν ἀναστήσει ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.
Study this passage
ACT 7:38
ACT 7:38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν,
Study this passage
ACT 7:39
ACT 7:39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον,
Study this passage
ACT 7:40
ACT 7:40 εἰπόντες τῷ Ἀαρών· ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ.
Study this passage
ACT 7:41
ACT 7:41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
Study this passage
ACT 7:42
ACT 7:42 ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
Study this passage
ACT 7:43
ACT 7:43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ Ῥομφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς; καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
Study this passage
ACT 7:44
ACT 7:44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει,
Study this passage
ACT 7:45
ACT 7:45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυείδ,
Study this passage
ACT 7:46
ACT 7:46 ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ οἴκῳ Ἰακώβ.
Study this passage
ACT 7:47
ACT 7:47 Σαλωμῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον.
Study this passage
ACT 7:48
ACT 7:48 ἀλλ’ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ· καθὼς ὁ προφήτης λέγει,
Study this passage
ACT 7:49
ACT 7:49 ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
Study this passage
ACT 7:50
ACT 7:50 οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;
Study this passage
ACT 7:51
ACT 7:51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
Study this passage
ACT 7:52
ACT 7:52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε,
Study this passage
ACT 7:53
ACT 7:53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
Study this passage
ACT 7:54
ACT 7:54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ’ αὐτόν.
Study this passage
ACT 7:55
ACT 7:55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ,
Study this passage
ACT 7:56
ACT 7:56 καὶ εἶπεν, ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ.
Study this passage
ACT 7:57
ACT 7:57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ’ αὐτόν,
Study this passage
ACT 7:58
ACT 7:58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
Study this passage
ACT 7:59
ACT 7:59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα, κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.
Study this passage
ACT 7:60
ACT 7:60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ· κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
Study this passage
Compare this section in another edition
Read the editions separately. Matching section labels do not establish word or phrase alignment.
Only publicly readable editions are offered. An original-language parallel requires an admitted source edition; a retained private witness is not displayed here.
About this edition
Recorded completeness: Exact retained parent source section set; underlying historical completeness and manuscript lacunae remain unchanged.. Available reading sections are listed below.
Available body coverage · grc
260 chapter/reading unit(s) · 7939 nonempty passage record(s).
Supported chapters & passages
- MAT-1 · 25 passage record(s)
- MAT-2 · 23 passage record(s)
- MAT-3 · 17 passage record(s)
- MAT-4 · 25 passage record(s)
- MAT-5 · 48 passage record(s)
- MAT-6 · 34 passage record(s)
- MAT-7 · 29 passage record(s)
- MAT-8 · 34 passage record(s)
- MAT-9 · 38 passage record(s)
- MAT-10 · 42 passage record(s)
- MAT-11 · 30 passage record(s)
- MAT-12 · 50 passage record(s)
- MAT-13 · 58 passage record(s)
- MAT-14 · 36 passage record(s)
- MAT-15 · 39 passage record(s)
- MAT-16 · 28 passage record(s)
- MAT-17 · 26 passage record(s)
- MAT-18 · 34 passage record(s)
- MAT-19 · 30 passage record(s)
- MAT-20 · 34 passage record(s)
- MAT-21 · 45 passage record(s)
- MAT-22 · 46 passage record(s)
- MAT-23 · 38 passage record(s)
- MAT-24 · 51 passage record(s)
- MAT-25 · 46 passage record(s)
- MAT-26 · 75 passage record(s)
- MAT-27 · 66 passage record(s)
- MAT-28 · 20 passage record(s)
- MAR-1 · 45 passage record(s)
- MAR-2 · 28 passage record(s)
- MAR-3 · 35 passage record(s)
- MAR-4 · 41 passage record(s)
- MAR-5 · 43 passage record(s)
- MAR-6 · 56 passage record(s)
- MAR-7 · 36 passage record(s)
- MAR-8 · 38 passage record(s)
- MAR-9 · 48 passage record(s)
- MAR-10 · 52 passage record(s)
- MAR-11 · 32 passage record(s)
- MAR-12 · 44 passage record(s)
- MAR-13 · 37 passage record(s)
- MAR-14 · 72 passage record(s)
- MAR-15 · 46 passage record(s)
- MAR-16 · 20 passage record(s)
- LUK-1 · 80 passage record(s)
- LUK-2 · 52 passage record(s)
- LUK-3 · 38 passage record(s)
- LUK-4 · 44 passage record(s)
- LUK-5 · 39 passage record(s)
- LUK-6 · 49 passage record(s)
- LUK-7 · 50 passage record(s)
- LUK-8 · 56 passage record(s)
- LUK-9 · 62 passage record(s)
- LUK-10 · 42 passage record(s)
- LUK-11 · 54 passage record(s)
- LUK-12 · 59 passage record(s)
- LUK-13 · 35 passage record(s)
- LUK-14 · 35 passage record(s)
- LUK-15 · 32 passage record(s)
- LUK-16 · 31 passage record(s)
- LUK-17 · 36 passage record(s)
- LUK-18 · 43 passage record(s)
- LUK-19 · 48 passage record(s)
- LUK-20 · 47 passage record(s)
- LUK-21 · 38 passage record(s)
- LUK-22 · 71 passage record(s)
- LUK-23 · 55 passage record(s)
- LUK-24 · 51 passage record(s)
- JOH-1 · 52 passage record(s)
- JOH-2 · 25 passage record(s)
- JOH-3 · 36 passage record(s)
- JOH-4 · 54 passage record(s)
- JOH-5 · 46 passage record(s)
- JOH-6 · 71 passage record(s)
- JOH-7 · 53 passage record(s)
- JOH-8 · 59 passage record(s)
- JOH-9 · 41 passage record(s)
- JOH-10 · 42 passage record(s)
- JOH-11 · 57 passage record(s)
- JOH-12 · 50 passage record(s)
- JOH-13 · 38 passage record(s)
- JOH-14 · 31 passage record(s)
- JOH-15 · 27 passage record(s)
- JOH-16 · 33 passage record(s)
- JOH-17 · 26 passage record(s)
- JOH-18 · 40 passage record(s)
- JOH-19 · 42 passage record(s)
- JOH-20 · 31 passage record(s)
- JOH-21 · 24 passage record(s)
- ACT-1 · 26 passage record(s)
- ACT-2 · 47 passage record(s)
- ACT-3 · 26 passage record(s)
- ACT-4 · 37 passage record(s)
- ACT-5 · 42 passage record(s)
- ACT-6 · 15 passage record(s)
- ACT-7 · 60 passage record(s)
- ACT-8 · 39 passage record(s)
- ACT-9 · 43 passage record(s)
- ACT-10 · 48 passage record(s)
- ACT-11 · 30 passage record(s)
- ACT-12 · 25 passage record(s)
- ACT-13 · 52 passage record(s)
- ACT-14 · 28 passage record(s)
- ACT-15 · 40 passage record(s)
- ACT-16 · 40 passage record(s)
- ACT-17 · 34 passage record(s)
- ACT-18 · 28 passage record(s)
- ACT-19 · 41 passage record(s)
- ACT-20 · 38 passage record(s)
- ACT-21 · 40 passage record(s)
- ACT-22 · 30 passage record(s)
- ACT-23 · 35 passage record(s)
- ACT-24 · 26 passage record(s)
- ACT-25 · 27 passage record(s)
- ACT-26 · 32 passage record(s)
- ACT-27 · 44 passage record(s)
- ACT-28 · 30 passage record(s)
- ROM-1 · 32 passage record(s)
- ROM-2 · 29 passage record(s)
- ROM-3 · 31 passage record(s)
- ROM-4 · 25 passage record(s)
- ROM-5 · 21 passage record(s)
- ROM-6 · 23 passage record(s)
- ROM-7 · 25 passage record(s)
- ROM-8 · 39 passage record(s)
- ROM-9 · 33 passage record(s)
- ROM-10 · 21 passage record(s)
- ROM-11 · 36 passage record(s)
- ROM-12 · 21 passage record(s)
- ROM-13 · 14 passage record(s)
- ROM-14 · 23 passage record(s)
- ROM-15 · 33 passage record(s)
- ROM-16 · 26 passage record(s)
- 1CO-1 · 31 passage record(s)
- 1CO-2 · 16 passage record(s)
- 1CO-3 · 23 passage record(s)
- 1CO-4 · 21 passage record(s)
- 1CO-5 · 13 passage record(s)
- 1CO-6 · 20 passage record(s)
- 1CO-7 · 40 passage record(s)
- 1CO-8 · 13 passage record(s)
- 1CO-9 · 27 passage record(s)
- 1CO-10 · 33 passage record(s)
- 1CO-11 · 34 passage record(s)
- 1CO-12 · 31 passage record(s)
- 1CO-13 · 13 passage record(s)
- 1CO-14 · 40 passage record(s)
- 1CO-15 · 58 passage record(s)
- 1CO-16 · 24 passage record(s)
- 2CO-1 · 24 passage record(s)
- 2CO-2 · 17 passage record(s)
- 2CO-3 · 18 passage record(s)
- 2CO-4 · 18 passage record(s)
- 2CO-5 · 21 passage record(s)
- 2CO-6 · 18 passage record(s)
- 2CO-7 · 16 passage record(s)
- 2CO-8 · 24 passage record(s)
- 2CO-9 · 15 passage record(s)
- 2CO-10 · 18 passage record(s)
- 2CO-11 · 33 passage record(s)
- 2CO-12 · 21 passage record(s)
- 2CO-13 · 13 passage record(s)
- GAL-1 · 24 passage record(s)
- GAL-2 · 21 passage record(s)
- GAL-3 · 29 passage record(s)
- GAL-4 · 31 passage record(s)
- GAL-5 · 26 passage record(s)
- GAL-6 · 18 passage record(s)
- EPH-1 · 23 passage record(s)
- EPH-2 · 22 passage record(s)
- EPH-3 · 21 passage record(s)
- EPH-4 · 32 passage record(s)
- EPH-5 · 33 passage record(s)
- EPH-6 · 24 passage record(s)
- PHI-1 · 30 passage record(s)
- PHI-2 · 30 passage record(s)
- PHI-3 · 21 passage record(s)
- PHI-4 · 23 passage record(s)
- COL-1 · 29 passage record(s)
- COL-2 · 23 passage record(s)
- COL-3 · 25 passage record(s)
- COL-4 · 18 passage record(s)
- 1TH-1 · 10 passage record(s)
- 1TH-2 · 20 passage record(s)
- 1TH-3 · 13 passage record(s)
- 1TH-4 · 18 passage record(s)
- 1TH-5 · 28 passage record(s)
- 2TH-1 · 12 passage record(s)
- 2TH-2 · 17 passage record(s)
- 2TH-3 · 18 passage record(s)
- 1TI-1 · 20 passage record(s)
- 1TI-2 · 15 passage record(s)
- 1TI-3 · 16 passage record(s)
- 1TI-4 · 16 passage record(s)
- 1TI-5 · 25 passage record(s)
- 1TI-6 · 21 passage record(s)
- 2TI-1 · 18 passage record(s)
- 2TI-2 · 26 passage record(s)
- 2TI-3 · 17 passage record(s)
- 2TI-4 · 22 passage record(s)
- TIT-1 · 16 passage record(s)
- TIT-2 · 15 passage record(s)
- TIT-3 · 15 passage record(s)
- PHM-1 · 25 passage record(s)
- HEB-1 · 14 passage record(s)
- HEB-2 · 18 passage record(s)
- HEB-3 · 19 passage record(s)
- HEB-4 · 16 passage record(s)
- HEB-5 · 14 passage record(s)
- HEB-6 · 20 passage record(s)
- HEB-7 · 28 passage record(s)
- HEB-8 · 13 passage record(s)
- HEB-9 · 28 passage record(s)
- HEB-10 · 39 passage record(s)
- HEB-11 · 40 passage record(s)
- HEB-12 · 29 passage record(s)
- HEB-13 · 25 passage record(s)
- JAM-1 · 27 passage record(s)
- JAM-2 · 26 passage record(s)
- JAM-3 · 18 passage record(s)
- JAM-4 · 17 passage record(s)
- JAM-5 · 20 passage record(s)
- 1PE-1 · 25 passage record(s)
- 1PE-2 · 25 passage record(s)
- 1PE-3 · 22 passage record(s)
- 1PE-4 · 19 passage record(s)
- 1PE-5 · 14 passage record(s)
- 2PE-1 · 21 passage record(s)
- 2PE-2 · 22 passage record(s)
- 2PE-3 · 18 passage record(s)
- 1JO-1 · 10 passage record(s)
- 1JO-2 · 29 passage record(s)
- 1JO-3 · 24 passage record(s)
- 1JO-4 · 21 passage record(s)
- 1JO-5 · 21 passage record(s)
- 2JO-1 · 13 passage record(s)
- 3JO-1 · 15 passage record(s)
- JUD-1 · 25 passage record(s)
- REV-1 · 20 passage record(s)
- REV-2 · 29 passage record(s)
- REV-3 · 22 passage record(s)
- REV-4 · 11 passage record(s)
- REV-5 · 14 passage record(s)
- REV-6 · 17 passage record(s)
- REV-7 · 17 passage record(s)
- REV-8 · 13 passage record(s)
- REV-9 · 21 passage record(s)
- REV-10 · 11 passage record(s)
- REV-11 · 19 passage record(s)
- REV-12 · 18 passage record(s)
- REV-13 · 18 passage record(s)
- REV-14 · 20 passage record(s)
- REV-15 · 8 passage record(s)
- REV-16 · 21 passage record(s)
- REV-17 · 18 passage record(s)
- REV-18 · 24 passage record(s)
- REV-19 · 21 passage record(s)
- REV-20 · 15 passage record(s)
- REV-21 · 27 passage record(s)
- REV-22 · 21 passage record(s)
Body coverage is separate from textual verification. Counts do not establish complete chapters or textual completeness.
Evidence Intelligence
Know what kind of evidence you are looking at.
Helpful Saints keeps direct biblical text, language evidence, ancient witnesses, historical context, research models, and open questions visibly distinct.Direct Biblical Text
The explicit wording and literary context of canonical Scripture.
Original-Language Evidence
Hebrew, Aramaic, Greek, morphology, lemmas, semantic range, and textual comparison.
Ancient Witness
Septuagint, Dead Sea Scrolls, ancient Jewish literature, and early Christian writings—clearly classified.
Historical Context
Geography, material culture, chronology ranges, institutions, customs, and reception history.
Research Model
A configured chronology, theological synthesis, typological pattern, or proposed relationship.
Open Question
Evidence is incomplete, debated, or insufficient for a settled conclusion.